Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 28.8 | Dem. 28.11 (English) | >>Dem. 28.14 |
28.9ἀλλʼ ἀνάγκη μεγάλη τὰ καταλειφθέντα , πολλῷ πλείονʼ ὄντα τούτων , πάνθʼ ὑμᾶς ἔχειν ἐστίν , ἃ φανερῶς ὅτι διηρπάκατʼ ἐξελεγχόμενοι τοιαῦτα πλάττεσθαι τολμᾶτε . καὶ τοτὲ μὲν εἰς ἀλλήλους ἀναφέρετε , πάλιν δʼ εἰληφέναι κατʼ ἀλλήλων μαρτυρεῖτε . φάσκοντες δʼ οὐ πολλὰ λαβεῖν μεγάλων ἀναλωμάτων λόγους ἀπενηνόχατε .
28.10πάντες δὲ κοινῇ μʼ ἐπιτροπεύσαντες ἰδίᾳ μετὰ ταῦθʼ ἕκαστος μηχανᾶσθε . καὶ τὴν μὲν διαθήκην ἠφανίκατε , ἐξ ἧς ἦν εἰδέναι περὶ πάντων τὴν ἀλήθειαν , φαίνεσθε δʼ οὐδέποτε ταὐτὰ περὶ ἀλλήλων λέγοντες .
ταῦθʼ οὗτοι πρὸς πεντεκαιδεκαταλάντους οἴκους συνετιμήσανθʼ ὑπὲρ ἐμοῦ · μνῶν δʼ οὐδʼ ἑβδομήκοντʼ ἀξίαν μοι παραδεδώκασι τὴν οὐσίαν τρεῖς ὄντες . λέγε τὰς ἐφεξῆς .δύʼ ἔτη τὸ ἐργαστήριον διοικήσας Θηριππίδῃ μὲν ἀποδέδωκε τὴν μίσθωσιν · ἐμοὶ δέ , δυοῖν ἐτοῖν λαβὼν τὴν πρόσοδον , τριάκοντα μνᾶς , οὔτʼ αὐτὰς οὔτε τὸ ἔργον ἀποδέδωκεν . λάβʼ ἑτέραν καὶ ἀνάγνωθι .
Μαρτυρίαι
28.11
Μαρτυρίαι
Μαρτυρίαι
28.12
Μαρτυρία
Μαρτυρία
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 28.8 | Dem. 28.11 (English) | >>Dem. 28.14 |